Εγγραφή στο newsletter

Μη χάσετε καμία ενημέρωση! Εγγραφείτε στη λίστα αλληλογραφίας μας για να λαμβάνετε τα νέα μας


By submitting this form, you are consenting to receive marketing emails from: . You can revoke your consent to receive emails at any time by using the SafeUnsubscribe® link, found at the bottom of every email. Emails are serviced by Constant Contact

Search
Close this search box.

Μαθήματα Αρχαίων Ελληνικών ως εξωσχολική δραστηριότητα από το 1994

Η Αγάθη και οι 12 μήνες: ένα κλασικό παραμύθι στα Αρχαία Ελληνικά

Μῦθοι γνωστοὶ ἑλληνιστὶ
Οἱ δώδεκα μῆνες

Ἀπόδοσις εἰς τὴν ἀρχαίαν γλῶτταν:
Εὐμορφία Ἀθ.Καπόλου

Ἔαρος ἦν ἀρχὴ καὶ ἡμέρα τις τοῦ Ἀνθεστηριῶνος ἤδη μεσοῦντος. Ἡ γραῦς Ἀγάθη ἐκάθητο πλησίον τῆς ἑστίας. Ἦν δὲ ἤδη ἑξηκοντούτης καὶ ἀποθανόντων πάντων τῶν προσηκόντων ᾤκει μόνη. Πλησίον τῆς μικρᾶς κώμης ἦν καλὸς δρυμός. Ἐν δὲ τούτῳ τῷ δρυμῷ ἦν ἡ πενιχρὰ καλύβη τῆς ἀγαθῆς γραός.

Ἡ δὲ λαβοῦσα μικρὰν πήραν ἐξῆλθε τῆς οἰκίας δρέψουσα ὀλίγα λάχανα. Βραδέως δὲ βαίνουσα μόλις ἀφίκετο εἰς τὸ πλησίον, οὐ μάλα αἰπὺ ὄρος. Εὐθὺς ἤρξατο λάχανά τ΄ ἄγρια δροσερὰ δρέπειν, σκάνδικας, μαλάχας, ἀσφοδέλους καὶ ἄλλα τοιαῦτα. Εἴθιζε γὰρ ἡ πένης γραῦς τοιούτοις χόρτοις τρέφεσθαι. Καθ΄ ἡμέραν γὰρ ἧψε τὰ λάχανα καὶ ἤσθιεν.

Ἀλλ᾽αἴφνης οὔσης ἤδη τῆς γραὸς ἐπὶ τῆς τοῦ ὄρους δειρᾶς, μέλαιναι νεφέλαι ἐκάλυψαν πάντα τὸν οὐρανὸν καὶ ἐρράγη ῥαγδαῖός τε καὶ βίαιος ὑετός. Τί δράσει ἡ κάμμορος γραῦς; Οὐ γὰρ ἔφθανεν εἰς τὴν μικρὰν αὐτῆς οἰκίαν ἐπανήκειν. Περιβλεψαμένη δὲ κύκλῳ ἡ γραῦς καὶ ὧδε κἀκεῖσε ἀθροῦσα, βλέπει τηλόθεν τι γλαφυρὸν σπήλαιον. Αὐτίκα δὲ σπεύδουσα ἡμίκενον τὴν πήραν ἐπὶ τῶν ὤμων ἔχουσα ἀφικνεῖται καὶ εἰσέρχεται εἰς τὸ σπήλαιον.

Ἐπεὶ δὲ εἰσῆλθε, κατεπλάγη. Ἐν γὰρ τῷ μυχῷ τοῦ ἄντρου ὁρᾷ γέροντα πολιοπλόκαμον καὶ πωγωνοφόρον καθήμενον ἐπὶ θρόνον καλόν τε καὶ δαιδάλεον. Πέριξ δὲ τοῦ πωγωνίου γέροντος δώδεκα μεγάλους τε καὶ περικαλλεῖς νέους συντρεῖς ἑξῆς καθεζομένους ἐπὶ θρόνους φαεινούς
τε καὶ σιγαλόεντας.

Οἱ μὲν πρῶτοι τρεῖς ἐπὶ ταῖς κεφαλαῖς εἶχον ἀνθεμόεντας ποικίλοις ἄνθεσι στεφάνους, ῥόδοις, ἴοις καὶ μήκωσι πεπλεγμένους. Οἱ δ΄ ἐφεξῆς τρεῖς στάχυσι ἀνειρμένους στεφάνους ἐφόρουν ἐπὶ ταῖς χρυσαῖς χαίταις. Οἱ μετὰ τούτους τρεῖς καθήμενοι τὰς κόμας εἶχον ἐν χρυσοῖς δεσμοῖς καὶ
ἐν ταῖς χερσὶν βότρυς, κυδώνια καὶ μῆλα. Μόνοι δὲ οἱ πανύστατοι τρεῖς ἀστέφανοι ἦσαν καὶ κενὰς εἶχον τὰς χεῖρας. Ἀλλ΄ ὅμως πεπυκασμένοι ἦσαν χιονέοις χλαίναις τε παχείαις τὰ σώματα αὐτῶν ἄγαν θαλπούσαις.

Τότε δὲ ἡ γραῦς καίπερ ἐπ΄ ὀλίγον θαμβήσασα καὶ μηδένα γιγνώσκουσα πάντας ἠσπάσατο:

Γραῦς Ἀγάθη: «Χαῖρε, ὦ γέρον. Χαίρετε καὶ ὑμεῖς, ὦ κάλλιστοι ἠίθεοι!»

Γέρων Ἐνιαυτός: «Χαῖρε, ὦ μαῖα! Μεῖνον μεθ΄ ὑμῶν, ὅσον βούλει, ἐν τῷ ἡμετέρῳ σπηλαίῳ, μέχρις ὅτου παύσεται ὕων ὁ μαινόμενος Ἀνθεστηριών. Μικρῷ γὰρ ἔμπροσθεν ὡς ἡδεῖα ἦν ἡ ἡμέρα καὶ νῦν ἐκρήγνυσιν ὁ ἀλλοπρόσαλλος μὴν ἀθέσφατον ὑετόν.»

Γραῦς δ΄ Ἀγάθη ἀμειβομένη εἶπε τῷ γέροντι:

Γραῦς Ἀγάθη: «Τί λέγεις, ὦ γέρον; Ἐπελάθου ὅ,τι λέγουσι περὶ τῶν εἰαρινῶν νοτίων τοῦ Ἀνθεστηριῶνος;

Ἐὰν ῥίψῃ ὁ Ἀνθεστηριὼν δύο ὕδατα

καὶ τρίτον τι ὕδωρ ὁ Ἐλαφηβολιὼν

γεγηθὼς ὁ ἀρότης ὁ ἔχων ἐσπαρμένα.

Τοῦτο μὲν μὴ ἐπιλαθοῦ καὶ κατηγορεῖς τοῦ Ἀνθεστηριῶνος, τοῦ ἀγαθοῦ μηνός.»

Εὐθὺς δὲ ἀνίσταται ὁ Ἀνθεστηριὼν παντοδαποῖς ἄνθεσιν ἐστεφανωμένος καὶ λέγει:

Ἀνθεστηριών: «Καὶ ἔπειτα πῶς δύναταί τις μὴ κατηγορεῖν τοῦ Ἀνθεστηριῶνος; Οὐδεὶς γὰρ μήν ἐστι χείρων τούτου. Ποτὲ μὲν ζεστὰς ἡμέρας ποιεῖ, ποτὲ δὲ κρύος τε καὶ τὸ ῥιγηλὸν παχνοῦν ψύχος. Τότε δὲ πάντα ταράσσει ὁ Βορρᾶς πνέων δυσαής. Κακὰ τὰ ἤματα, χειμέρια τὰ
πράγματα μᾶλλον τοῦ χειμῶνος. Μικρῷ δ΄ ὕστερον αὖθις βροχαί, ἰλύς, δυσαεῖς ἄνεμοι, κυνάγχαι, νόσοι.

Ὁ Ἀνθεστηριών ἐστι βουδόρος˙ οὕτως καλοῦσι πάντες τοῦτον τὸν μεμηνότα μῆνα!»

Γραῦς Ἀγάθη: «Παῦσαι, φίλον τέκνον, λέγων τοιούτους λόγους περὶ τοῦ Ἀνθεστηριῶνος, ὃς τὸ τριπόθητον ἔαρ ἄγει, ἡνίκα μήτε κρύος ἄκρον μήτε καὶ καῦμα ἡμᾶς βαρύνει. Πάντα γὰρ ὁ πρῶτος τοῦ ἔαρος μὴν κύει, πάντα βλαστάνει. Πάντα τὰ ἄνθη ἀνθεῖ καὶ πάντα τὰ δένδρα ἐγκάρποις
κάλυξι γέμει. Θερομένου δὲ τοῦ ἡλίου ταῖς ἀκτῖσι τὴν γαῖαν καὶ τῆς χιόνος τηκομένου πάντες οἱ ὄρνιθες ἐπάνεισιν ἐκ τῶν ἀποδημιῶν εἰς τηλωπούς τε καὶ τηλουροὺς τόπους.»

Ἀνθεστηριὼν ὑπερησθεὶς ὑπὸ τῶν λόγων τῆς γραὸς Ἀγάθης μάλα γεγηθὼς ἐκαθέζετο ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη.

Τότε δ΄ ἀναστὰς ὁ Ἐλαφηβολιὼν εἶπε τῇ γραΐ:

Ἐλαφηβολιών: «Καλός σοι φαίνεται, ὦ μαῖα, ὁ Ἀνθεστηριών. Εἶεν. Ἀλλ΄ὅμως εἰπέ μοι πῶς σοι φαίνεται ὁ Ἐλαφηβολιών.»

Γραῦς Ἀγάθη: «Τίς ἐστι ἡδίων τοῦ ξανθοῦ Ἐλαφηβολιῶνος; Τότε γὰρ πᾶν δῶμα καὶ πᾶς τόπος θεσπεσίαν ὄζει ὀσμὴν καὶ εὐωδίαν ῥόδων, ἴων τε καὶ ὑακίνθου. Ὄρνιθες δὲ μουσικοὶ ἑζόμενοι ἐν δένδροις καὶ ἐν λόχμαις λιγυρὰς ἀοιδὰς καταχεύουσιν. Ἐγώ, φίλον τέκος, μάλα φιλῶ τὸν
μειλιχόδωρον Ἐλαφηβολιῶνα.»

Ἐλαφηβολιὼν δ΄ ἥδεται ὑπὸ τῶν λόγων τῆς γραὸς Ἀγάθης καὶ μάλα γεγηθὼς καθέζεται ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη.

Τότε ὁ γέρων Ἐνιαυτὸς ἤρετο τὴν γραῦν Ἀγάθην:

Γέρων Ἐνιαυτός: «Ἆρά γε τίς τῶν μηνῶν μᾶλλόν σοι ἀρέσκει, ὦ μαῖα;»

Γραῦς Ἀγάθη: «Οὐχ ἁρμόζει τοῖς ἀνθρώποις θεῖα ἔργα κρίνειν, ὦ γέρον˙ πάντα γὰρ ἱερὰ ταῦτα καὶ ἡδέα. Πάντες δὴ οἱ μῆνες ἀγαθοὶ καὶ πολύδωροί εἰσιν, δι΄ ὧν ἄνθρωποι ζῶσι καὶ θάλλουσιν.

Τὸν μὲν Γαμηλιῶνα (15/1-15/2) εὐανθοῦσιν αἱ νύμφαι τοῦ χειμῶνος, αἱ ἀμυγδαλέαι.

Τὸν Ἀνθεστηριῶνα (15/2-15/3) ἀφικνοῦνται αἱ εἰαριναὶ χελιδόνες, ὑπωροφίους καλιὰς ποιοῦσιν εἰς τοὺς οἴκους τῶν ἀνθρώπων καὶ κελαδοῦσιν. Τότε δὲ πνέει ὁ χαρίεις Ζέφυρος, σιγᾷ ἡ θάλαττα κύμασι καὶ τραχεῖ πνεύματι ταραττομένη.

Τὸν Ἐλαφηβολιῶνα (15/3 – 15/4) πάντα ἀκμάζει ἄνθη, τὰ ἐν δρυμοῖς, τὰ  λειμώνια καὶ ὅσα ὄρεια· βόμβος ἐστὶν μελιττῶν ἐν τοῖς λειμῶσιν, ἦχος ὀρνίθων μουσικῶν ἐν ταῖς λόχμαις, σκιρτήματα ποιμνίων ἀρτιγεννήτων ἐν τοῖς ὄρεσι.

Τὸν Μουνιχιῶνα (15/4 – 15/5) οἱ λειμῶνες ἀνθοῦσιν, αἱ μέλιτται καθιζάνουσιν ἐπὶ τὰ εὐανθῆ ποικιλόχροα ῥόδα τὸ ξανθὸν μέλι μηδόμεναι.

Τὸν Θαργηλιῶνα (15/5 – 15/6) θέρει ὁ ἥλιος τὴν γαῖαν καὶ τότε ἄρχεται τὸ καματῶδες ἀλλὰ φερέκαρπον θέρος.

Τὸν Σκιροφοριῶνα (15/6 – 15/7) τοὺς χρυσοῦς στάχυς δρέπομεν. Τότεδ΄ ᾄδει ὁ τέττιξ ἐπ΄ ἄκρων δένδρων, τοῦ θέρους ὁ γλυκὺς προφήτης.

Τὸν δ΄ Ἑκατομβαιῶνα (15/7 – 15/8) καλλίστη ἐστὶ τότε ἡ νῆξις τῇ θαλάττῃ ὥρα θέρους ἐν τοῖς καύμασι βάλλοντος τοῦ ἡλίου χρυσῇ φλογὶ τὴν χθόνα.

Ὁ Μεταγειτνιὼν (15/8 – 15/9) τὰς ποικίλας ὀπώρας φέρει καὶ τότε οὐ θάλπος οὐδ΄ ὄμβρος γίγνεται.

Τὸν Βοηδρομιῶνα (15/9-15/10) αἱ ἄμπελοι ἀκμάζουσι καὶ ἐπείγει ὁ τρυγητός. Τότε μὲν ἄνδρες φέρουσι τοὺς βότρυς ἐν κοφίνοις, ἄλλοι δὲ πατοῦσι ταῖς ληνοῖς βαλόντες. Ἐς τέλος εἰς τοὺς πίθους φέρουσι τὸ ἐρατὸν νέον γλεῦκος.

Τὸν Πυανεψιῶνα (15/10 – 15/11) ὕει ὁ Ζεὺς ὅταν ἐρᾷ μὲν ὄμβρου γαῖα  καὶ πάντα καὶ ὁ σεμνὸς οὐρανὸς πληρούμενος ὄμβρου πίπτει εἰς τὴν γαῖαν˙ τότε γὰρ φύουσιν ἡμῖν πάντα καὶ τρέφουσιν ἅμα.

Τὸν Μαιμακτηριῶνα (15/11-15/12) ἐλαιολόγοι τοὺς καρποὺς τῶν καλλιστεφάνων γλαυκῶν ἐλαιῶν συλλέγουσιν.

Τὸν Ποσειδαιῶνα (15/12 – 15/1) νιφάδες πίπτουσι ἐπὶ χθονὶ καὶ ἄνεμοι ζαεῖς νέφη σκιόεντα δονοῦσι. Χαίρομεν ταύταις ταῖς χειμερίαις ἡμέραις καὶ ἀπολαύομεν τῶν χιονοβόλων ἡμερονυκτίων καθήμενοι πλησίον τῶν πυροεσσῶν ἑστιῶν. Τότε δὲ ἄγομεν τὰς χαριέσσας ἑορτὰς καὶ  εὐφραινόμεθα τὴν καρδίαν ἀκούοντες τῶν παιδικῶν ἀγερμῶν.»

Αὐτίκα δ΄ ὁ γέρων Ἐνιαυτὸς τοῖς νεανίαις ἔνευσεν˙ εὐθὺς οἱ παῖδες ὑπακούοντες αὐτῷ εἶπον τῇ γραΐ.

Μῆνες: «Ὦ ἀγαθὴ μαῖα, ἄφες ἡμῖν γέμειν τὴν σὴν πήραν. Ἡμεῖς γὰρ νέοι ἐσμέν, σὺ δὲ προβέβηκας τὴν ἡλικίαν καὶ μάλα ἀποκέκμηκας ἀνελθοῦσα εἰς ταύτην τὴν αἰπεῖαν τοῦ ὄρους κλιτύν.»

Ὁ γέρων Ἐνιαυτὸς εἶπε: «Μάθε καὶ τοῦτο, ὦ μαῖα. Ἐγώ εἰμι ὁ λυκάβας καὶ οὗτοί εἰσιν οἱ ἐμοὶ παῖδες, οἱ δώδεκα μῆνες. Νῦν οὖν μαθοῦσα πάντα τἀληθῆ ἴθι χαίρουσα!»

Ἡ δὲ γραῦς Ἀγάθη ἀπαλλαττομένη πλείστας χάριτας ἔσχε τοῖς νεανίαις καὶ ηὔξατο τῷ σφετέρῳ πατρὶ ὄνασθαι τῶν παίδων αὐτοῦ.

Γραῦς Ἀγάθη: «Ἔχω πλείστας χάριτας πᾶσιν ὑμῖν, ὦ καλοὶ νέοι! Καὶ σύ, ὦ γέρον, ὄναιο τῶν σῶν παίδων.»

Βαίνουσα δὲ πρὸς τὴν ἑαυτῆς πενιχρὰν καλύβην ᾐσθάνετό πως βαρυτέραν τὴν πήραν. Ἀλλ΄ ὅμως οὐδὲν ἔλεγε καὶ βραδέως βαδίζουσα ἀφίκετο εἰς τὴν καλύβην. Εἰσελθοῦσα δὲ τότε μόνον ἀνέῳξε τὴν πήραν καὶ εἶδεν ἀντὶ χόρτων καὶ λαχάνων πλήρη τὴν πήραν χρυσῶν νομισμάτων.

Ἐθαύμασεν ἡ γραῦς Ἀγάθη καὶ πλήρης χαρᾶς ἐδάκρυσεν.